Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.37 Dem. 22.40 (English) >>Dem. 22.44

22.39ἔχει γὰρ οὕτως. ἂν μὲν ἀπογνῶτε τὴν γραφὴν ταύτην, ἅπαντές εἰσιν ἀπηλλαγμένοι καὶ δίκην οὐδεὶς οὐδεμίαν μὴ δῷ· τίς γὰρ ἔτʼ ἂν καταψηφίσαιτʼ ἐκείνων, τὴν βουλὴν ὑμῶν ἐστεφανωκότων ἧς οὗτοι προέστασαν; ἐὰν δὲ καταγνῶτε, πρῶτον μὲν τὰ εὔορκʼ ἔσεσθʼ ἐψηφισμένοι, εἶτʼ ἐπὶ ταῖς εὐθύναις ἕκαστον τούτων λαμβάνοντες, ὃς μὲν ἂν ὑμῖν ἀδικεῖν δοκῇ, κολάσετε, ὃς δʼ ἂν μή, τότʼ ἀφήσετε. μὴ οὖν ὡς ὑπὲρ τῆς βουλῆς λεγόντων καὶ τῶν πολλῶν ἀκούετε, ἀλλʼ ὡς ὑπὲρ αὑτῶν παρακρουομένοις ὀργίζεσθε.

22.40ἔτι τοίνυν Ἀρχίαν οἶμαι τὸν Χολαργέα (καὶ γὰρ οὗτος ἐβούλευεν πέρυσιν) ὡς ἐπιεικῆ δεήσεσθαι καὶ συνερεῖν αὐτοῖς. ἐγὼ δʼ οἴομαι δεῖν ὡδί πως ἀκούειν Ἀρχίου, ἐρωτᾶν αὐτὸν ταῦθʼ κατηγόρηται τῆς βουλῆς, πότερʼ αὐτῷ δοκεῖ καλῶς ἔχειν κακῶς· κἂν μὲν φῇ καλῶς, μηκέτι τὸν νοῦν ὡς ἐπιεικεῖ προσέχειν, ἂν δὲ κακῶς, τί δὴ ταῦτʼ εἴα φάσκων ἐπιεικὴς εἶναι, πάλιν αὐτὸν ἐρωτᾶτε. 22.41κἂν μὲν ἀντιλέγειν φῇ, μηδένα δʼ αὐτῷ πείθεσθαι, ἄτοπον δήπου νῦν λέγειν ὑπὲρ τῆς τὰ βέλτιστʼ οὐχὶ πειθομένης αὐτῷ βουλῆς· ἂν δὲ σιωπᾶν, πῶς οὐκ ἀδικεῖ, εἰ, παρὸν ἐξαμαρτάνειν μέλλοντας ἀποτρέπειν, τοῦτο μὲν οὐκ ἐποίει, νῦν δὲ λέγειν τολμᾷ ὡς δεῖ τοὺς τοσαῦτα κάκʼ εἰργασμένους στεφανῶσαι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.37 Dem. 22.40 (English) >>Dem. 22.44

Powered by PhiloLogic